Add parallel Print Page Options

45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν [a]Μαριὰμ καὶ θεασάμενοι [b][c]ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ [d]ἐποίησεν Ἰησοῦς. 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ [e]ποιεῖ σημεῖα; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ [f]λογίζεσθε ὅτι συμφέρει [g]ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας [h]ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

54 [i]Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ [j]ἔμεινεν μετὰ τῶν [k]μαθητῶν.

55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν [l]δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι [m]ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 RP NIV ] ὃ WH Treg
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 ἐποίησεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:46 ἐποίησεν WH Treg NIV ] + ὁ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:47 ποιεῖ σημεῖα WH Treg NIV ] σημεῖα ποιεῖ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:50 λογίζεσθε WH Treg NIV ] διαλογίζεσθε RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:50 ὑμῖν WH Treg NIV ] ἡμῖν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:53 ἐβουλεύσαντο WH Treg NIV ] συνεβουλεύσαντο RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 Ὁ οὖν Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς οὖν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 ἔμεινεν WH Treg NIV ] διέτριβεν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 μαθητῶν WH Treg NIV ] + αὐτοῦ RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 δὲ WH Treg NIV ] + καὶ RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 ἐντολὰς WH Treg NIV ] ἐντολήν RP